Готовый перевод Θρασύμαχος / Θρασύμαχος: ὁ Θρασύμαχος

(ὁ Θρασύμαχος παιδίον ἐστὶ καὶ καθεύδει. ἀστραπὴ καὶ βροντή.)

Θρασύμαχος: (λέγει.) ἀστραπὴν βλέπω καὶ βροντὴν ἀκούω.

Ἑρμῆς: (λέγει.) χαῖρε, ὦ Θρασύμαχε. ἆρα καθεύδεις;

Θρασύμαχος: ἀνθρώπου φωνὴν ἀκούω.

Ἑρμῆς: ἀλλὰ ἀνθρώπου φωνὴν οὐκ ἀκούεις· ἅνθρωπος ς γὰρ οὔκ εἰμι.

Θρασύμαχος: τίς οὖν εἷς;

Ἑρμῆς: ἐγώ εἰμι Ἑρμῆς ὁ θεός.

Θρασύμαχος: οἴμοι. ἀλλὰ διὰ τί δεῦρο ἥκεις;

Ἑρμῆς: διότι κομίζω σε εἰς τὴν τοῦ Ἃιδου οἰκίαν.

Θρασύμαχος: οἶμοι. νεκροὺς γὰρ εἰς τὴν τοῦ Ἄιδου οἰκίαν κομίζουσιν. ἐγὼ δὲ οὔκ εἰμι νεκρός. μὴ οὖν κόμιζέ με είς Ἄιδου.

Ἑρμῆς: ὦ Θρασύμαχε, ἔνδυε τὰ ἱμάτια. ὁ γὰρ Ζεὺς κελεύει. λέγει γάρ μοι, “κόμιζε τὸν Θρασύμαχον εἷς Ἃιδου καὶ δίδασκε τὸ παιδίον περὶ τῶν νεκρῶν καὶ περὶ τῆς τοῦ Ἃιδου οἶκίας.”

(παρέχει τῷ παιδίῳ τὰ ίμάτια.)

Θρασύμαχος: κόμιζέ με οὖν καὶ δίδασκέ με περὶ τῶν νεκρῶν καὶ τῆς τοῦ Ἄιδου οἰκίας. ἐνδύω γὰρ τὰ ἱμάτια. (ἐνδύει οὖν τὰ ἱμάτια.)

(ἀστραπὴν βλέπουσι καὶ βροντὴν ἀκούουσιν. καταβαίνουσιν.)

Переведено на Нотабеноиде
http://notabenoid.org/book/81250/495469

Переводчики: rmrfhome

Настройки

Готово:

100.00% КП = 1.0