Θρασύμαχος / Θρασύμαχος: ὁ Χάρων

Древнегреческий оригинал Перевод на древнегреческий

Сожалеем, но текст оригинала доступен только зарегистрированным пользователям.

Θρασύμαχος: (ποταμὸν βλέπει.) οἶμοι. θάλατταν βλέπω.

Ἑρμῆςτ: οὐχί. θάλαττα μὲν οὔκ ἐστιν, ποταμὸς δέ.

Θρασύμαχος: ποταμὸν οὗν βλέπω. ἀλλὰ δεινός ἐστιν ὁ ποταμὸς καὶ δεινὸν ποταμὸν βλέπω.

Χάρων: (ἐρέττνει.) ὦ ὄποπ, ὦ ὅποπ, ὦ ὅποπ.

Θρασύμαχος: δεινὴ καὶ μιαρά ἐστιν ἡ φωνή. δεινήν τε καὶ μιαρὰν φωνὴν ἀκούω. τίς οὖν λέγει; τίς ἐστιν; δίδασκέ με.

rmrfhome 06.01.21 в 09:07

0

Ἑρμῆς: ὁ Χάρων ἐστίν. ὁ Χάρων λέγει.

Θρασύμαχος: καὶ τίς ἐστιν ὁ Χάρων;

Ἑρμῆς: ὁ Χάρων τῷ πλοίῳ φέρει τοὺς νεκροὺς εἰς Ἄιδου.

Θρασύμαχος: καὶ Ἑρμῆς: χαῖρ’, ὦ Χάρων, χαῖρ’, ὦ Χάρων, χαῖρ’, ὦ Χάρων.

Χάρων: (μιαρᾷ τῇ φωνῇ λέγει.) τίς δεῦρο ἥκει;

rmrfhome 06.01.21 в 09:08

0

Ἑρμῆς: ἐγώ τε καὶ ὁ Θρασύμαχος καταβαίνομεν εἰς Ἄιδου. διδάσκω γὰρ τὸ παιδίον περὶ τῶν νεκρῶν.

Χάρων: καταβαίνετε οὖν. ἀλλὰ παρέχετέ μοι τοὺς ὀβολούς.

Θρασύμαχος: ὀβολοὺς λέγεις;

Χάρων: ὀβολοὺς λέγω.

Ἑρμῆςτ: ὀβολοὺς λέγει. ὁ γὰρ νεκρὸς ἀεὶ ὀβολὸν ἔχει;

rmrfhome 06.01.21 в 09:08

0

Θρασύμαχος: ἀλλὰ διὰ τί ὁ νεκρὸς ἀεὶ ὀβολὸν ἔχει;

Ἑρμῆς: διότι οἱ ἅνθρωποι ἀεὶ ὀβολὸν παρέχουσι τῷ νεκρῷ.

Χάρων: ὁ δὲ νεκρὸς ἀεὶ παρέχει ἐμοί.

Θρασύμαχος: ἐγὼ δὲ ὀβολὸν οὐ παρέχω.

Χάρων: ἀλλὰ διὰ τί οὔ παρέχεις;

Θρασύμαχος: διότι οὐκ ἔχω.

rmrfhome 06.01.21 в 09:08

0

Χάρων: οἶμοι, τί λέγεις; ὀβολὸν οὐκ ἔχεις; ἀλλὰ βλέπετε τὸ πλοῖον. σαθρὸν γάρ ἐστιν. σαθρὸς μὲν ὁ ἱοτός, σαθρὰ δὲ τὰ ἱοτία. καὶ σαθροῖς ταῖς κώπαις ἐρέττω. παρέχετε οὖν μοι καλόν τε πλοῖον καὶ καλὸν ἱοτόν καὶ καλὰς κώπας καὶ καλὰ ἱοτία καὶ καλοὺς. . . .

Ἑρμῆς: μὴ λέγε, ἀλλὰ τῷ πλοίῳ φέρε ἡμᾶς είς Ἃιδου. ὁ γὰρ Ζεῦς κελεύει.

Χάρων: ἀλλὰ ἀεὶ κελεύει ὁ Ζεύς. εἰσβαίνετε οὖν.

Ἑρμῆς καὶ Θρασύμαχος: (εἶσβαίνουσιν.) εἰσβαίνομεν.

Χάρων: ἀλλὰ μὴ καταδύετε τὸ πλοῖον. (ταῖς οὖν κώπαις ἐρέττει καὶ τό τε παιδίον καὶ τόν θεὸν φέρει εἰς Ἃιδου.) ὦ ὅποπ, ὦ ὅποπ, ὦ ὅπ...ὅπ...

rmrfhome 06.01.21 в 09:09

0
Минутку...