Готовый перевод Θρασύμαχος / Θρασύμαχος: Ὁ Κέρβερος

κύων τις: (λέγει.) βαῦ, βαῦ, βαῦ.

Θρασύμαχος: κυνός τινος φωνὴν ἀκούω. τίς ἐστιν ὁ κύων;

Ἑρμῆς: Κέρβερός ἐστιν ὁ κύων.

Κέρβερος: (αὖθις λέγει.) βαῦ, βαῦ, βαῦ.

Θρασύμαχος: ἀλλὰ διὰ τί τρὶς λέγει τὸ βαῦ;

Ἑρμῆς: διότι τρία ἔχει στόματα καὶ τρισὶ στόμασι λέγει.

Θρασύμαχος: καὶ διὰ τί τρία στόματα ἔχει;

Ἑρμῆς: διότι τρεῖς αὐχένας ἔχει καὶ τρεῖς κεφαλὰς ἐπὶ τῶν τριῶν αὐχένων.

Θρασύμαχος: πόσους οὖν ὀφθαλμοὺς ἔχει έν ταῖς τρισὶ κεφαλαῖς;

Ἑρμῆς: ἓξ ὀφθαλμοὺς ἔχει έν ταῖς τρισὶ κεφαλαῖς καὶ ἒξ ὦτα ἐπὶ τῶν τριῶν κεφαλῶν.

Θρασύμαχος: δεινός τις οὖν ἐστὶ κύων. καὶ πόσα σώματα ἔχει;

Ἑρμῆςι ἓν μόνον σῶμα ἔχει.

Θρασύμαχος: καὶ λέγε μοι διὰ τί λέγει τὸ βαῦ.

Ἑρμῆς: διότι φυλάττει τοὺς νεκρούς.

Κέρβερος: βαῦ, βαῦ, βαῦ. ἀνθρώπων ὀσμή. ἀνθρώπους τινὰς τοῖς ὠσὶν ἀκούω. ἀνθρώπους τινὰς τοῖς ὀφθαλμοῖς βλέπω. δεῦρο, ὦ Αἰακέ· ἅνθρωποι γάρ τινες άπὸ τοῦ ποταμοῦ ἐπιτρέχουσιν ἐπὶ ἐμέ. 3ο βαΰ, βαΰ. . . .

Ἑρμῆς: οἶμοι. νῦν γὰρ δὶς μόνον λέγει τὸ βαῦ.

Θρασύμαχος: πῶς γὰρ οὕ; ἕνα γὰρ τῶν τριῶν αὐχένων κατέχω.

Κέρβερος: βαῦ, βαῦ. δεινὸν δή ἐστι τὸ παιδίον. ἀποθνήσκω.
βαῦ. . . .

Θρασύμαχος: δεινὸς δή ἐστιν ὁ κύων. ἀεὶ γὰρ λέγει τὸ βαῦ.

Αἷακός: ὦ κύον, πῶς ἀποθνῄσκεις; τίνες ἀποκτείνουσί σε; μὴ δάκρυε. (μωρᾷ τῇ φωνῇ λέγει) μὴ ἀποκτείνετε τὸν κύνα ἐμοῦ· φυλάττει γὰρ τοὺς νεκρούς.

Ἑρμῆς: χαῖρ’, ὦ Αἰακέ· κόμιζε τὸ παιδίον εἰς τὴν τοΰ Ἄιδου οἰκίαν. ὁ γὰρ Ζεύς σε κελεύει. καὶ χαῖρ’,
ὦ Θρασύμαχε. . . .

Θρασύμαχος: ἀλλὰ μὴ λεῖπε ἡμᾶς, ὦ Ἑρμῆ. διὰ τί ἡμᾶς λείπεις; (δακρύει.)

Ἑρμῆς: μὴ δάκρυε. λείπω ὑμᾶς διότι ἐκ τῆς τοΰ Ἄιδου οἰκίας ἀναβαίνω πρὸς τὴν γῆν. ἄλλοι γὰρ ἅνθρωποι ἀποθνῄσκουσιν.

(ὁ μὲν Ἑρμῆς ἐξ Ἄιδου ἀναβαίνει πρὸς τὴν γῆν, ὁ δὲ Αἶακός κομίζει τὸ παιδίον εἷς τὴν τοῦ Ἃιδου οἰκίαν.)

Переведено на Нотабеноиде
http://notabenoid.org/book/81250/495471

Переводчики: rmrfhome

Настройки

Готово:

100.00% КП = 1.0