Готовый перевод Θρασύμαχος / Θρασύμαχος: ὁ Ἕκτωρ
Αίακός: νῦν δὲ προσχωροῦμεν, ὦ Θρασύμαχε, πρὸς τὰς τῶν ὀλβίων νήσους. ἆρ’ ὁρᾷς;
Θρασύμαχος: ὁρῶ δή. ἀλλὰ τίνες οἰκοῦσιν έν ταῖς νήσοις;
Αίακός: σι’ ὄλβιοι, ὥσπερ ὁ Ἐκτωρ καὶ ὁ Ἀχιλλεύς.
Θρασύμαχος: ἆρ’ οὖ πλουσία ἐστὶν ἡ χώρα; χρυσοῦς γάρ ἐστιν ὁ ἥλιος καὶ χρυσῆ ἡ γῆ, καὶ χρυσᾶ τὰ δένδρα καὶ χρυσοῦς ὁ καρπός.
Αίακός: καὶ δὴ καὶ ἐν ταῖς νήσοις οὐδεὶς ἀρότρῳ ἀροῖ τὴν χρυσῆν γῆν, καὶ οὐδεὶς ἀναβαίνει ἐπὶ τὰ δένδρα καὶ δρέπει τὸν χρυσοῦν καρπόν.
Θρασύμαχος: θαυμάσια δὴ λέγεις οὐδὲ πιστεύω. ἀλλὰ τίς προσ-χωρεῖ; ἄρα θεός τις; ἀργυρᾶν γὰρ κόρυθα ἔχει.
Αἶακός: σίγα, ὦ παῖ· ὁ γὰρ Ἕκτωρ προσχωρεῖ, καλός τε κἀγαθὸς ἀνήρ.
Ἕκτωρ: χαῖρ’, ὦ Αἰακέ· πῶς ἕχεις; τί ἐστι τὸ τοῦ παιδός ὄνομα;
Αίακός: Θρασύμαχός ἐστι τὸ ὄνομα.
Ἔκτωρ: καὶ διὰ τί δεῦρο προσχωρεῖτε;
Αίακός: διότι ὁ Ζεὺς πέμπει ἡμᾶς. δηλῶ γὰρ τῷ παιδὶ πο τὰ έν ταῖς τῶν ὀλβίων νήσοις. δήλου καὶ σύ ἅμα.
Ἐκτωρ: δηλοῦμεν οὖν ἅμα. ἐρώτα, ὦ παῖ· τί ἐθέλεις;
Θρασύμαχος: δήλου μοι οὖν τί ποιεῖτε έν ταῖς τῶν ὀλβίων νήωις.
Ἐκτωρ: οὐδὲν ἄλλο ποιοῦμεν ἦ δειπνοῦμεν.
Θρασύμαχος: ἀλλὰ πῶς ἐστὶν ὑμῖν τὰ σῖτα; ἄρ’ οὐκ ἀροῦτε;
Ἕκτωρ: οὐδαμῶς· οὐδεὶς γὰρ οὐδέποτε οὔτ’ ἀροῖ οὔτε δρέπει. οί γὰρ καρποὶ πίπτουσιν ἀπὸ τῶν δένδρων ἐπὶ τὴν τράπεζαν.
Θρασύμαχος: ἀλλ’ οὐ πιστεύω σοι.
Αίακός: ὅρα οὖν. (καρπός τις χρυσοῦς πίπτει ἀπὸ δένδρου τινὸς χρυσοῦ ἐπὶ τὴν τοῦ Θρασυμάχου κεφαλήν.)
Θρασύμαχος: οἶμοι· φεῦ, φεῦ.
Αἰακός: ἇρα νῦν πιστεύεις ἡμῖν, ὦ παῖ;
Θρασύμαχος: πιστεύω δὴ ὑμῖν.
Ἕκτωρ: παθήματα μαθήματα. (γελῶσι μὲν ὁ τ' Ἀίακὸς καὶ ὁ Ἕκτωρ, δακρύει δὲ ὁ παῖς.)
Θρασύμαχος: μὴ γελᾶτέ μοι.
Ἐκτωρ: σὺ οὖν μὴ δάκρυε, ἀλλ’ ἐρώτα.
Θρασύμαχος: δηλοῦτε οὖν μοι διὰ τί χωλός ἐστιν ὁ Ἓκτωρ.
Ἕκτωρ: δηλῶ σοι δή. ἀλγῶ γὰρ τοὺς πόδας. ὥς δεινὸς δή ἐστιν ὁ Ἀχιλλεύς. ἄνδρας γὰρ ἀποκτείνει καὶ κακὰ ποιεῖ τοὺς νεκρούς.
Θρασύμαχος: καὶ τίς ἐστιν ἡ τοῦ κακοῦ ἀρχή;
Ἔκτωρ: γυνή τις, Ἑλένη τὸ ὄνομα.
Αἰακός: πῶς γὰρ οὕ, γυνὴ γάρ τις ἀεί ἐστιν ἦ τοῦ κακοῦ ἀρχή.
φωνή τις: κάγὼ πιστεύω. ἀλλ’ οὐχ ἦ Ἑλένη.
Θρασύμαχος: καὶ τί σὺ μανθάνεις περὶ τῆς Ἑλένης.
φωνή τις: ἀλλὰ τί οὖ μανθάνω; ἐγὼ γάρ εἶμι Πάρις, ὁ τῆς Ἑλένης ἀνήρ.
Θρασύμαχος; τίς οὖν ἐστὶν ἦ τοῦ κακοῦ ἀρχή;
Πάρις: ἀλλη τις γυνή. ὑμεῖς δὲ σιγᾶτε, κάγὼ λέγω.
Θρασύμαχος: λέγε δὴ ἡμῖν.
Переведено на Нотабеноиде
http://notabenoid.org/book/81250/495472
Переводчики: rmrfhome
Настройки
Готово:
